Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- χρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δʼ οὐκ ἀσθενῆ.
- ὦ τέκνον, στείχωμεν οἴκους.
- στείχεθʼ, ἕψομαι δʼ ἐγώ.
- ἀξία γʼ ἡμῶν ὁδουρός.
- καὶ φιλοῦσά γε πτόλιν.
- ἐς θρόνους δʼ ἵζου παλαιούς.
- ἄξιον τὸ κτῆμά μοι.
- ὦ Διὸς Λητοῦς τʼ Ἄπολλον, χαῖρʼ· ὅτῳ δʼ ἐλαύνεται
- συμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών·
- ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων,
- οἱ κακοὶ δʼ, ὥσπερ πεφύκασʼ, οὔποτʼ εὖ πράξειαν ἄν.