Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τύραννος ἔσται, κἀπισημανθήσεται
  2. κείνου κεκλῆσθαι λαὸς ὄνομʼ ἐπώνυμος.
  3. καλῶς δʼ Ἀπόλλων πάντʼ ἔπραξε· πρῶτα μὲν
  4. ἄνοσον λοχεύει σʼ, ὥστε μὴ γνῶναι φίλους·
  5. ἐπεὶ δʼ ἔτικτες τόνδε παῖδα κἀπέθου
  6. ἐν σπαργάνοισιν, ἁρπάσαντʼ ἐς ἀγκάλας
  7. Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος,
  8. ἔθρεψέ τʼ οὐδʼ εἴασεν ἐκπνεῦσαι βίον.
  9. νῦν οὖν σιώπα, παῖς ὅδʼ ὡς πέφυκε σός,
  10. ἵνʼ ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ,
  11. σύ τʼ αὖ τὰ σαυτῆς ἀγάθʼ ἔχουσʼ ἴῃς, γύναι.