Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καλῶς δʼ Ἀπόλλων πάντʼ ἔπραξε· πρῶτα μὲν
  2. ἄνοσον λοχεύει σʼ, ὥστε μὴ γνῶναι φίλους·
  3. ἐπεὶ δʼ ἔτικτες τόνδε παῖδα κἀπέθου
  4. ἐν σπαργάνοισιν, ἁρπάσαντʼ ἐς ἀγκάλας
  5. Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος,
  6. ἔθρεψέ τʼ οὐδʼ εἴασεν ἐκπνεῦσαι βίον.
  7. νῦν οὖν σιώπα, παῖς ὅδʼ ὡς πέφυκε σός,
  8. ἵνʼ ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ,
  9. σύ τʼ αὖ τὰ σαυτῆς ἀγάθʼ ἔχουσʼ ἴῃς, γύναι.
  10. καὶ χαίρετʼ· ἐκ γὰρ τῆσδʼ ἀναψυχῆς πόνων
  11. εὐδαίμονʼ ὑμῖν πότμον ἐξαγγέλλομαι.
Ἴων
  1. ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίᾳ
  2. σοὺς λόγους ἐδεξάμεσθα· πείθομαι δʼ εἶναι πατρὸς
  3. Λοξίου καὶ τῆσδε. — καὶ πρὶν τοῦτο δʼ οὐκ ἄπιστον ἦν.
Κρέουσα
  1. τἀμὰ νῦν ἄκουσον· αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν,
  2. οὕνεχʼ οὗ ποτʼ ἠμέλησε παιδὸς ἀποδίδωσί μοι.
  3. αἵδε δʼ εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια,
  4. δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέρας
  5. ἡδέως ἐκκρημνάμεσθα καὶ προσεννέπω πύλας.
Ἀθήνα
  1. ᾔνεσʼ οὕνεκʼ εὐλογεῖς θεὸν μεταβαλοῦσʼ· ἀεὶ γὰρ οὖν