Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς
- ἐπώνυμοι γῆς κἀπιφυλίου χθονὸς
- λαῶν ἔσονται, σκόπελον οἳ ναίουσʼ ἐμόν.
- Γελέων μὲν ἔσται πρῶτος· εἶτα δεύτερος
- ---
- Ὅπλητες Ἀργαδῆς τʼ, ἐμῆς τʼ ἀπʼ αἰγίδος
- ἔμφυλον ἕξουσʼ Αἰγικορῆς. οἱ τῶνδε δʼ αὖ
- παῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳ
- Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις
- χέρσους τε παράλους, ὃ σθένος τἠμῇ χθονὶ
- δίδωσιν· ἀντίπορθμα δʼ ἠπείροιν δυοῖν
- πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς
- Εὐρωπίας τε· τοῦδε δʼ ὀνόματος χάριν
- Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος.
- Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος,
- Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται
- πόλις κατʼ αἶαν Πελοπίαν· ὁ δεύτερος
- Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας
- τύραννος ἔσται, κἀπισημανθήσεται
- κείνου κεκλῆσθαι λαὸς ὄνομʼ ἐπώνυμος.