Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. παῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳ
  2. Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις
  3. χέρσους τε παράλους, ὃ σθένος τἠμῇ χθονὶ
  4. δίδωσιν· ἀντίπορθμα δʼ ἠπείροιν δυοῖν
  5. πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς
  6. Εὐρωπίας τε· τοῦδε δʼ ὀνόματος χάριν
  7. Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος.
  8. Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος,
  9. Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται
  10. πόλις κατʼ αἶαν Πελοπίαν· ὁ δεύτερος
  11. Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας