Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Παλλάς, δρόμῳ σπεύσασʼ Ἀπόλλωνος πάρα,
- ὃς ἐς μὲν ὄψιν σφῷν μολεῖν οὐκ ἠξίου,
- μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόλῃ,
- ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι·
- ὡς ἥδε τίκτει σʼ ἐξ Ἀπόλλωνος πατρός,
- δίδωσι δʼ οἷς ἔδωκεν, οὐ φύσασί σε,
- ἀλλʼ ὡς νομίζῃ ʼς οἶκον εὐγενέστατον.
- ἐπεὶ δʼ ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε,
- θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων
- καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο.
- ἔμελλε δʼ αὐτὰ διασιωπήσας ἄναξ
- ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σήν,
- σέ θʼ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός.
- ἀλλʼ ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ,
- ἐφʼ οἷσιν ἔζευξʼ ἅρματʼ, εἰσακούσατον.
- λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα
- χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς
- ἵδρυσον. ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς
- δίκαιος ἄρχειν τῆς γʼ ἐμῆς ὅδε χθονός,
- ἔσται τʼ ἀνʼ Ἑλλάδʼ εὐκλεής. οἱ τοῦδε γὰρ