Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων.
- ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται,
- ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα.
- ἄκουε δή νυν ἅμʼ ἐσῆλθεν, ὦ τέκνον·
- εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ
- δόμον καθίζει· τοῦ θεοῦ δὲ λεγόμενος,
- οὐκ ἔσχες ἄν ποτʼ οὔτε παγκλήρους δόμους
- οὔτʼ ὄνομα πατρός. πῶς γάρ, οὗ γʼ ἐγὼ γάμους
- ἔκρυπτον αὐτὴ καί σʼ ἀπέκτεινον λάθρα;
- ὃ δʼ ὠφελῶν σε προστίθησʼ ἄλλῳ πατρί.
- οὐχ ὧδε φαύλως αὔτʼ ἐγὼ μετέρχομαι,
- ἀλλʼ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους,
- εἴτʼ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου.
- ἔα· τίς οἴκων θυοδόκων ὑπερτελὴς
- ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν;
- φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνων
- ὁρῶμεν — εἰ μὴ καιρός ἐσθʼ ἡμᾶς ὁρᾶν.
- μὴ φεύγετʼ· οὐ γὰρ πολεμίαν με φεύγετε,
- ἀλλʼ ἔν τʼ Ἀθήναις κἀνθάδʼ οὖσαν εὐμενῆ.
- ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς