Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτε
  2. Νίκην Ἀθηνᾶν Ζηνὶ γηγενεῖς ἔπι,
  3. οὐκ ἔστιν ὅστις σοι πατὴρ θνητῶν, τέκνον,
  4. ἀλλʼ ὅσπερ ἐξέθρεψε, Λοξίας ἄναξ.
Ἴων
  1. πῶς οὖν τὸν αὑτοῦ παῖδʼ ἔδωκʼ ἄλλῳ πατρὶ
  2. Ξούθου τέ φησι παῖδά μʼ ἐκπεφυκέναι;
Κρέουσα
  1. πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε
  2. αὑτοῦ γεγῶτα· καὶ γὰρ ἂν φίλος φίλῳ
  3. δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων.
Ἴων
  1. ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται,
  2. ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα.