Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἄκουε δή νυν ἅμʼ ἐσῆλθεν, ὦ τέκνον·
  2. εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ
  3. δόμον καθίζει· τοῦ θεοῦ δὲ λεγόμενος,
  4. οὐκ ἔσχες ἄν ποτʼ οὔτε παγκλήρους δόμους
  5. οὔτʼ ὄνομα πατρός. πῶς γάρ, οὗ γʼ ἐγὼ γάμους
  6. ἔκρυπτον αὐτὴ καί σʼ ἀπέκτεινον λάθρα;
  7. ὃ δʼ ὠφελῶν σε προστίθησʼ ἄλλῳ πατρί.
Ἴων
  1. οὐχ ὧδε φαύλως αὔτʼ ἐγὼ μετέρχομαι,
  2. ἀλλʼ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους,
  3. εἴτʼ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου.
  4. ἔα· τίς οἴκων θυοδόκων ὑπερτελὴς