Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔνεστι πάντα τάδε καθʼ ἡμέραν μαθεῖν;
  2. φίλον μὲν οὖν σʼ εὕρημα, μῆτερ, ηὕρομεν,
  3. καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε·
  4. τὰ δʼ ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι.
  5. δεῦρʼ ἔλθʼ· ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω
  6. καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον.
  7. ὅρα σύ, μῆτερ· μὴ σφαλεῖσʼ ἃ παρθένοις
  8. ἐγγίγνεται νοσήματʼ ἐς κρυπτοὺς γάμους,
  9. ἔπειτα τῷ θεῷ προστίθης τὴν αἰτίαν,
  10. καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη,
  11. Φοίβῳ τεκεῖν με φῄς, τεκοῦσʼ οὐκ ἐκ θεοῦ;