Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μεθίσταται δὲ πνεύματα.
- μενέτω· τὰ πάροιθεν ἅλις κακά· νῦν δὲ
- γένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.
- μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ
- ἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.
- ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν
- καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς,
- Τύχη, παρʼ οἵαν ἤλθομεν στάθμην βίου
- μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια.
- φεῦ·
- ἆρʼ ἐν φαενναῖς ἡλίου περιπτυχαῖς