Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. γαμφηλαῖς φόνευμα θοίναμά τʼ εἰς
  2. Ἅιδαν ἐκβάλλῃ.
Ἴων
  1. ὦ δεινὰ τλᾶσα μῆτερ.
Κρέουσα
  1. ἐν φόβῳ, τέκνον,
  2. καταδεθεῖσα σὰν
  3. ἀπέβαλον ψυχάν·
  4. ἔκτεινά σʼ ἄκουσʼ.
Ἴων
  1. ἐξ ἐμοῦ τʼ οὐχ ὅσιʼ ἔθνῃσκες.
Κρέουσα
  1. ἰώ· δειναὶ μὲν τότε τύχαι,
  2. δεινὰ δὲ καὶ τάδʼ· ἑλισσόμεσθʼ ἐκεῖθεν
  3. ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν,