Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τίνʼ ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου;
Ἴων
  1. θεῖον τόδʼ· ἀλλὰ τἀπίλοιπα τῆς τύχης
  2. εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ.
Κρέουσα
  1. τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ,
  2. γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ·
  3. νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέω
  4. μακαριωτάτας τυχοῦσʼ ἡδονᾶς.
Ἴων
  1. τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις.
Κρέουσα
  1. ἄπαιδες οὐκέτʼ ἐσμὲν οὐδʼ ἄτεκνοι·
  2. δῶμʼ ἑστιοῦται, γᾶ δʼ ἔχει τυράννους·
  3. ἀνηβᾷ δʼ Ἐρεχθεύς,