Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. βοάσω; πόθεν μοι
  2. συνέκυρσʼ ἀδόκητος ἡδονά; πόθεν
  3. ἐλάβομεν χαράν;
Ἴων
  1. ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε,
  2. μῆτερ, παρέστη τῶνδʼ, ὅπως σός εἰμʼ ἐγώ.
Κρέουσα
  1. ἔτι φόβῳ τρέμω.
Ἴων
  1. μῶν οὐκ ἔχειν μʼ ἔχουσα;
Κρέουσα
  1. τὰς γὰρ ἐλπίδας
  2. ἀπέβαλον πρόσω.
  3. ἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸν
  4. βρέφος ἐς ἀγκάλας;