Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται,
  2. ἀελίου δʼ ἀναβλέπει λαμπάσιν.
Ἴων
  1. μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω
  2. τῆς ἡδονῆς τῆσδʼ ἧς ἔδωχʼ ὑμῖν ἐγώ.
Κρέουσα
  1. ὦ τέκνον,
  2. τί φῄς; οἷον οἷον ἀνελέγχομαι.
Ἴων
  1. πῶς εἶπας;
Κρέουσα
  1. ἄλλοθεν γέγονας, ἄλλοθεν.
Ἴων
  1. ὤμοι· νόθον με παρθένευμʼ ἔτικτε σόν;
Κρέουσα
  1. οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων
  2. ὑμέναιος ἐμός,