Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- θάλλει δʼ, ἐλαίας ἐξ ἀκηράτου γεγώς.
- ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σʼ ἰδὼν
- πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.
- ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου —
- συγγνώσεται γὰρ ὁ θεός — ἐν χεροῖν σʼ ἔχω,
- ἄελπτον εὕρημʼ, ὃν κατὰ γᾶς ἐνέρων
- χθόνιον μετὰ Περσεφόνας τʼ ἐδόκουν ναίειν.
- ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν
- ὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι.
- ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί,
- τίνʼ αὐδὰν ἀύσω,