Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν
- ὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι.
- ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί,
- τίνʼ αὐδὰν ἀύσω,
- βοάσω; πόθεν μοι
- συνέκυρσʼ ἀδόκητος ἡδονά; πόθεν
- ἐλάβομεν χαράν;
- ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε,
- μῆτερ, παρέστη τῶνδʼ, ὅπως σός εἰμʼ ἐγώ.
- ἔτι φόβῳ τρέμω.
- μῶν οὐκ ἔχειν μʼ ἔχουσα;
- τὰς γὰρ ἐλπίδας
- ἀπέβαλον πρόσω.
- ἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸν
- βρέφος ἐς ἀγκάλας;
- τίνʼ ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου;
- θεῖον τόδʼ· ἀλλὰ τἀπίλοιπα τῆς τύχης
- εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ.
- τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ,
- γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ·