Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέω
- μακαριωτάτας τυχοῦσʼ ἡδονᾶς.
- τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις.
- ἄπαιδες οὐκέτʼ ἐσμὲν οὐδʼ ἄτεκνοι·
- δῶμʼ ἑστιοῦται, γᾶ δʼ ἔχει τυράννους·
- ἀνηβᾷ δʼ Ἐρεχθεύς,
- ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται,
- ἀελίου δʼ ἀναβλέπει λαμπάσιν.
- μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω
- τῆς ἡδονῆς τῆσδʼ ἧς ἔδωχʼ ὑμῖν ἐγώ.
- ὦ τέκνον,
- τί φῄς; οἷον οἷον ἀνελέγχομαι.
- πῶς εἶπας;
- ἄλλοθεν γέγονας, ἄλλοθεν.
- ὤμοι· νόθον με παρθένευμʼ ἔτικτε σόν;
- οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων
- ὑμέναιος ἐμός,
- τέκνον, ἔτικτε σὸν κάρα.
- αἰαῖ· πέφυκα δυσγενής. μῆτερ, πόθεν;
- ἴστω Γοργοφόνα ---