Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σφάζοντες οὐ λήγοιτʼ ἄν· ὡς ἀνθέξομαι
  2. καὶ τῆσδε καὶ σοῦ τῶν τε σῶν κεκρυμμένων.
Ἴων
  1. τάδʼ οὐχὶ δεινά; ῥυσιάζομαι λόγῳ.
Κρέουσα
  1. οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος.
Ἴων
  1. ἐγὼ φίλος σός; κᾆτά μʼ ἔκτεινες λάθρα;
Κρέουσα
  1. παῖς γʼ, εἰ τόδʼ ἐστὶ τοῖς τεκοῦσι φίλτατον.
Ἴων
  1. παῦσαι πλέκουσα. — λήψομαί σʼ ἐγὼ καλῶς.
Κρέουσα
  1. ἐς τοῦθʼ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.
Ἴων
  1. κενὸν τόδʼ ἄγγος ἢ στέγει πλήρωμά τι;
Κρέουσα
  1. σά γʼ ἔνδυθʼ, οἷσί σʼ ἐξέθηκʼ ἐγώ ποτε.
Ἴων
  1. καὶ τοὔνομʼ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;
Κρέουσα
  1. κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι.
Ἴων
  1. λέγʼ· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου.
Κρέουσα
  1. σκέψασθʼ· ὃ παῖς ποτʼ οὖσʼ ὕφασμʼ ὕφηνʼ ἐγὼ ---
Ἴων
  1. ποῖόν τι; πολλὰ παρθένων ὑφάσματα.
Κρέουσα
  1. οὐ τέλεον, οἷον δʼ ἐκδίδαγμα κερκίδος.
Ἴων
  1. μορφὴν ἔχον τίνʼ; ὥς με μὴ ταύτῃ λάβῃς.
Κρέουσα
  1. Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων.
Ἴων
  1. ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος;
Κρέουσα
  1. κεκρασπέδωται δʼ ὄφεσιν αἰγίδος τρόπον.