Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς ---
  2. καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίᾳ
  3. πολεμῶ, τὰ μητρὸς σύμβολʼ ὃς σέσωκέ μοι.
  4. ἀνοικτέον τάδʼ ἐστὶ καὶ τολμητέον·
  5. τὰ γὰρ πεπρωμένʼ οὐχ ὑπερβαίην ποτʼ ἄν.
  6. ὦ στέμμαθʼ ἱερά, τί ποτέ μοι κεκεύθατε,
  7. καὶ σύνδεθʼ, οἷσι τἄμʼ ἐφρουρήθη φίλα;
  8. ἰδοὺ περίπτυγμʼ ἀντίπηγος εὐκύκλου
  9. ὡς οὐ γεγήρακʼ ἔκ τινος θεηλάτου,
  10. εὐρώς τʼ ἄπεστι πλεγμάτων· ὁ δʼ ἐν μέσῳ
  11. χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.
Κρέουσα
  1. τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ;
Ἴων
  1. σίγα σύ· πολλὰ καὶ πάροιθεν οἶσθά μοι ---
Κρέουσα
  1. οὐκ ἐν σιωπῇ τἀμά· μή με νουθέτει.
  2. ὁρῶ γὰρ ἄγγος οὗ ʼξέθηκʼ ἐγώ ποτε ---
  3. σέ γʼ, ὦ τέκνον μοι, βρέφος ἔτʼ ὄντα νήπιον,
  4. Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς.
  5. λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή.
Ἴων
  1. λάζυσθε τήνδε· θεομανὴς γὰρ ἥλατο
  2. βωμοῦ λιποῦσα ξόανα· δεῖτε δʼ ὠλένας.