Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. εὐρώς τʼ ἄπεστι πλεγμάτων· ὁ δʼ ἐν μέσῳ
  2. χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.
Κρέουσα
  1. τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ;
Ἴων
  1. σίγα σύ· πολλὰ καὶ πάροιθεν οἶσθά μοι ---
Κρέουσα
  1. οὐκ ἐν σιωπῇ τἀμά· μή με νουθέτει.
  2. ὁρῶ γὰρ ἄγγος οὗ ʼξέθηκʼ ἐγώ ποτε ---
  3. σέ γʼ, ὦ τέκνον μοι, βρέφος ἔτʼ ὄντα νήπιον,
  4. Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς.
  5. λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή.
Ἴων
  1. λάζυσθε τήνδε· θεομανὴς γὰρ ἥλατο
  2. βωμοῦ λιποῦσα ξόανα· δεῖτε δʼ ὠλένας.