Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,
  2. εὑρεῖν κάκιον μητέρʼ ἢ σιγῶντʼ ἐᾶν.
  3. ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς ---
  4. καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίᾳ
  5. πολεμῶ, τὰ μητρὸς σύμβολʼ ὃς σέσωκέ μοι.
  6. ἀνοικτέον τάδʼ ἐστὶ καὶ τολμητέον·
  7. τὰ γὰρ πεπρωμένʼ οὐχ ὑπερβαίην ποτʼ ἄν.
  8. ὦ στέμμαθʼ ἱερά, τί ποτέ μοι κεκεύθατε,
  9. καὶ σύνδεθʼ, οἷσι τἄμʼ ἐφρουρήθη φίλα;
  10. ἰδοὺ περίπτυγμʼ ἀντίπηγος εὐκύκλου
  11. ὡς οὐ γεγήρακʼ ἔκ τινος θεηλάτου,