Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- σφάζοντες οὐ λήγοιτʼ ἄν· ὡς ἀνθέξομαι
- καὶ τῆσδε καὶ σοῦ τῶν τε σῶν κεκρυμμένων.
- τάδʼ οὐχὶ δεινά; ῥυσιάζομαι λόγῳ.
- οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος.
- ἐγὼ φίλος σός; κᾆτά μʼ ἔκτεινες λάθρα;
- παῖς γʼ, εἰ τόδʼ ἐστὶ τοῖς τεκοῦσι φίλτατον.
- παῦσαι πλέκουσα. — λήψομαί σʼ ἐγὼ καλῶς.
- ἐς τοῦθʼ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.
- κενὸν τόδʼ ἄγγος ἢ στέγει πλήρωμά τι;
- σά γʼ ἔνδυθʼ, οἷσί σʼ ἐξέθηκʼ ἐγώ ποτε.
- καὶ τοὔνομʼ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;