Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἄρξαι δʼ ὅθεν σὴν μητέρα ζητεῖν σε χρή·
- πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε
- ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος,
- ἔπειτα δʼ εἴ τις Ἑλλάς. — ἐξ ἡμῶν δʼ ἔχεις
- ἅπαντα Φοίβου θʼ, ὃς μετέσχε τῆς τύχης.
- φεῦ φεῦ· κατʼ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ,
- ἐκεῖσε τὸν νοῦν δούς, ὅθʼ ἡ τεκοῦσά με
- κρυφαῖα νυμφευθεῖσʼ ἀπημπόλα λάθρα
- καὶ μαστὸν οὐκ ὑπέσχεν· ἀλλʼ ἀνώνυμος
- ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.
- τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος
- βαρέα· χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαις
- μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου,
- ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.
- τλήμων δὲ χἡ τεκοῦσά μʼ· ὡς ταὐτὸν πάθος
- πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς.
- καὶ νῦν λαβὼν τήνδʼ ἀντίπηγʼ οἴσω θεῷ
- ἀνάθημʼ, ἵνʼ εὕρω μηδὲν ὧν οὐ βούλομαι.
- εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,
- εὑρεῖν κάκιον μητέρʼ ἢ σιγῶντʼ ἐᾶν.