Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κρυφαῖα νυμφευθεῖσʼ ἀπημπόλα λάθρα
  2. καὶ μαστὸν οὐκ ὑπέσχεν· ἀλλʼ ἀνώνυμος
  3. ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.
  4. τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος
  5. βαρέα· χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαις
  6. μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου,
  7. ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.
  8. τλήμων δὲ χἡ τεκοῦσά μʼ· ὡς ταὐτὸν πάθος
  9. πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς.
  10. καὶ νῦν λαβὼν τήνδʼ ἀντίπηγʼ οἴσω θεῷ
  11. ἀνάθημʼ, ἵνʼ εὕρω μηδὲν ὧν οὐ βούλομαι.