Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- νῦν δʼ οὐχὶ χρῄζει; τῷ τόδε γνῶναί με χρή;
- πατέρα κατειπὼν τῆσδέ σʼ ἐκπέμπει χθονός.
- σὺ δʼ ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε;
- ἐνθύμιόν μοι τότε τίθησι Λοξίας ---
- τί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους.
- σῶσαι τόδʼ εὕρημʼ ἐς τὸν ὄντα νῦν χρόνον.
- ἔχει δέ μοι τί κέρδος --- ἢ τίνα βλάβην;
- ἐνθάδε κέκρυπται σπάργανʼ οἷς ἐνῆσθα σύ.
- μητρὸς τάδʼ ἡμῖν ἐκφέρεις ζητήματα;
- ἐπεί γʼ ὁ δαίμων βούλεται· πάροιθε δʼ οὔ.
- ὦ μακαρίων μοι φασμάτων ἥδʼ ἡμέρα.
- λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει.
- πᾶσάν γʼ ἐπελθὼν Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους.
- γνώσῃ τάδʼ αὐτός. τοῦ θεοῦ δʼ ἕκατί σε
- ἔθρεψά τʼ, ὦ παῖ, καὶ τάδʼ ἀποδίδωμί σοι,
- ἃ κεῖνος ἀκέλευστόν μʼ ἐβουλήθη λαβεῖν
- σῶσαί θʼ· ὅτου δʼ ἐβούλεθʼ οὕνεκʼ, οὐκ ἔχω λέγειν.
- ᾔδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε
- ἔχοντας ἡμᾶς, οὐδʼ ἵνʼ ἦν κεκρυμμένα.
- καὶ χαῖρʼ· ἴσον γάρ σʼ ὡς τεκοῦσʼ ἀσπάζομαι.