Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. χαῖρʼ, ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ.
Προφῆτις
  1. ἀλλʼ οὖν λεγώμεθʼ· ἡ φάτις δʼ οὔ μοι πικρά.
Ἴων
  1. ἤκουσας ὥς μʼ ἔκτεινεν ἥδε μηχαναῖς;
Προφῆτις
  1. ἤκουσα· καὶ σὺ δʼ ὠμὸς ὢν ἁμαρτάνεις.
Ἴων
  1. οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι;
Προφῆτις
  1. προγονοῖς δάμαρτες δυσμενεῖς ἀεί ποτε.
Ἴων
  1. ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς.
Προφῆτις
  1. μὴ ταῦτα· λείπων ἱερὰ καὶ στείχων πάτραν ---
Ἴων
  1. τί δή με δρᾶσαι νουθετούμενον χρεών;
Προφῆτις
  1. καθαρὸς Ἀθήνας ἔλθʼ ὑπʼ οἰωνῶν καλῶν.
Ἴων
  1. καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνῃ.
Προφῆτις
  1. μὴ σύ γε· παρʼ ἡμῶν δʼ ἔκλαβʼ οὓς ἔχω λόγους.
Ἴων
  1. λέγοις ἄν· εὔνους δʼ οὖσʼ ἐρεῖς ὅσʼ ἂν λέγῃς.
Προφῆτις
  1. ὁρᾷς τόδʼ ἄγγος χερὸς ὑπʼ ἀγκάλαις ἐμαῖς;
Ἴων
  1. ὁρῶ παλαιὰν ἀντίπηγʼ ἐν στέμμασιν.
Προφῆτις
  1. ἐν τῇδέ σʼ ἔλαβον νεόγονον βρέφος ποτέ.
Ἴων
  1. τί φῄς; ὁ μῦθος εἰσενήνεκται νέος.
Προφῆτις
  1. σιγῇ γὰρ εἶχον αὐτά· νῦν δὲ δείκνυμεν.
Ἴων
  1. πῶς οὖν ἔκρυπτες τόδε λαβοῦσʼ ἡμᾶς πάλαι;
Προφῆτις
  1. ὁ θεός σʼ ἐβούλετʼ ἐν δόμοις ἔχειν λάτριν.