Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἤκουσα· καὶ σὺ δʼ ὠμὸς ὢν ἁμαρτάνεις.
Ἴων
  1. οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι;
Προφῆτις
  1. προγονοῖς δάμαρτες δυσμενεῖς ἀεί ποτε.
Ἴων
  1. ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς.
Προφῆτις
  1. μὴ ταῦτα· λείπων ἱερὰ καὶ στείχων πάτραν ---
Ἴων
  1. τί δή με δρᾶσαι νουθετούμενον χρεών;
Προφῆτις
  1. καθαρὸς Ἀθήνας ἔλθʼ ὑπʼ οἰωνῶν καλῶν.
Ἴων
  1. καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνῃ.
Προφῆτις
  1. μὴ σύ γε· παρʼ ἡμῶν δʼ ἔκλαβʼ οὓς ἔχω λόγους.
Ἴων
  1. λέγοις ἄν· εὔνους δʼ οὖσʼ ἐρεῖς ὅσʼ ἂν λέγῃς.
Προφῆτις
  1. ὁρᾷς τόδʼ ἄγγος χερὸς ὑπʼ ἀγκάλαις ἐμαῖς;