Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. θεῶν πονηρὰν χεῖρα· τοῖσι δʼ ἐνδίκοις —
  2. ἱερὰ καθίζειν, ὅστις ἠδικεῖτʼ, ἐχρῆν·
  3. καὶ μὴ ʼπὶ ταὐτὸ τοῦτʼ ἰόντʼ ἔχειν ἴσον
  4. τόν τʼ ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα.
Προφῆτις
  1. ἐπίσχες, ὦ παῖ· τρίποδα γὰρ χρηστήριον
  2. λιποῦσα θριγκοῦ τοῦδʼ ὑπερβάλλω πόδα
  3. Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον
  4. σῴζουσα, πασῶν Δελφίδων ἐξαίρετος.
Ἴων
  1. χαῖρʼ, ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ.
Προφῆτις
  1. ἀλλʼ οὖν λεγώμεθʼ· ἡ φάτις δʼ οὔ μοι πικρά.
Ἴων
  1. ἤκουσας ὥς μʼ ἔκτεινεν ἥδε μηχαναῖς;