Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὁρῶ παλαιὰν ἀντίπηγʼ ἐν στέμμασιν.
Προφῆτις
  1. ἐν τῇδέ σʼ ἔλαβον νεόγονον βρέφος ποτέ.
Ἴων
  1. τί φῄς; ὁ μῦθος εἰσενήνεκται νέος.
Προφῆτις
  1. σιγῇ γὰρ εἶχον αὐτά· νῦν δὲ δείκνυμεν.
Ἴων
  1. πῶς οὖν ἔκρυπτες τόδε λαβοῦσʼ ἡμᾶς πάλαι;
Προφῆτις
  1. ὁ θεός σʼ ἐβούλετʼ ἐν δόμοις ἔχειν λάτριν.
Ἴων
  1. νῦν δʼ οὐχὶ χρῄζει; τῷ τόδε γνῶναί με χρή;
Προφῆτις
  1. πατέρα κατειπὼν τῆσδέ σʼ ἐκπέμπει χθονός.
Ἴων
  1. σὺ δʼ ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε;
Προφῆτις
  1. ἐνθύμιόν μοι τότε τίθησι Λοξίας ---
Ἴων
  1. τί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους.