Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὅσʼ ἀσπὶς ἔγχος θʼ· ἥδε σοι παμπησία.
Ἴων
  1. ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας.
Κρέουσα
  1. τὴν σὴν ὅπου σοι μητέρʼ ἐστὶ νουθέτει.
Ἴων
  1. σὺ δʼ οὐχ ὑφέξεις ζημίαν, κτείνουσʼ ἐμέ;
Κρέουσα
  1. ἤν γʼ ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέλῃς.
Ἴων
  1. τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασι;
Κρέουσα
  1. λυπήσομέν τινʼ, ὧν λελυπήμεσθʼ ὕπο.
Ἴων
  1. φεῦ.
  2. δεινόν γε, θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς
  3. ἔθηκεν ὁ θεὸς οὐδʼ ἀπὸ γνώμης σοφῆς·
  4. τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν,
  5. ἀλλʼ ἐξελαύνειν· οὐδὲ γὰρ ψαύειν καλὸν
  6. θεῶν πονηρὰν χεῖρα· τοῖσι δʼ ἐνδίκοις —
  7. ἱερὰ καθίζειν, ὅστις ἠδικεῖτʼ, ἐχρῆν·
  8. καὶ μὴ ʼπὶ ταὐτὸ τοῦτʼ ἰόντʼ ἔχειν ἴσον
  9. τόν τʼ ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα.
Προφῆτις
  1. ἐπίσχες, ὦ παῖ· τρίποδα γὰρ χρηστήριον
  2. λιποῦσα θριγκοῦ τοῦδʼ ὑπερβάλλω πόδα
  3. Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον
  4. σῴζουσα, πασῶν Δελφίδων ἐξαίρετος.