Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τί δʼ ἐστὶ Φοίβῳ σοί τε κοινὸν ἐν μέσῳ;
Κρέουσα
  1. ἱερὸν τὸ σῶμα τῷ θεῷ δίδωμʼ ἔχειν.
Ἴων
  1. κἄπειτʼ ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ;
Κρέουσα
  1. ἀλλʼ οὐκέτʼ ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ.
Ἴων
  1. ἀλλʼ ἐγενόμεσθα πατρός· οὐσίαν λέγω.
Κρέουσα
  1. οὐκοῦν τότʼ ἦσθα· νῦν δʼ ἐγώ, σὺ δʼ οὐκέτι.
Ἴων
  1. οὐκ εὐσεβεῖς γε· τἀμὰ δʼ εὐσεβῆ τότʼ ἦν.
Κρέουσα
  1. ἔκτεινά σʼ ὄντα πολέμιον δόμοις ἐμοῖς.
Ἴων
  1. οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα.
Κρέουσα
  1. μάλιστα· κἀπίμπρης γʼ Ἐρεχθέως δόμους.
Ἴων
  1. ποίοισι πανοῖς ἢ πυρὸς ποίᾳ φλογί;