Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἔμελλες οἰκεῖν τἄμʼ, ἐμοῦ βίᾳ λαβών.
- πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο.
- τοῖς Αἰόλου δὲ πῶς μετῆν τῶν Παλλάδος;
- ὅπλοισιν αὐτήν, οὐ λόγοις ἐρρύσατο.
- ἐπίκουρος οἰκήτωρ γʼ ἂν οὐκ εἴη χθονός.
- κἄπειτα τοῦ μέλλειν μʼ ἀπέκτεινες φόβῳ;
- ὡς μὴ θάνοιμί γʼ, εἰ σὺ μὴ μέλλων τύχοις.
- φθονεῖς ἄπαις οὖσʼ, εἰ πατὴρ ἐξηῦρέ με.
- σὺ τῶν ἀτέκνων δῆτʼ ἀναρπάσεις δόμους;
- ἡμῖν δέ γʼ ἀλλὰ πατρικῆς οὐκ ἦν μέρος;
- ὅσʼ ἀσπὶς ἔγχος θʼ· ἥδε σοι παμπησία.