Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων
- ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους.
- ἀλλʼ οὔτε βωμὸς οὔτʼ Ἀπόλλωνος δόμος
- σώσει σʼ· ὁ δʼ οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρα
- καὶ μητρὶ τἠμῇ· καὶ γὰρ εἰ τὸ σῶμά μοι
- ἄπεστιν αὐτῆς, τοὔνομʼ οὐκ ἄπεστί πω.
- ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην
- οἵαν ἔπλεξε· βωμὸν ἔπτηξεν θεοῦ,
- ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.
- ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ
- ὑπέρ τʼ ἐμαυτῆς τοῦ θεοῦ θʼ ἵνʼ ἕσταμεν.