Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οἵαν ἔχιδναν τήνδʼ ἔφυσας ἢ πυρὸς
- δράκοντʼ ἀναβλέποντα φοινίαν φλόγα,
- ᾗ τόλμα πᾶσʼ ἔνεστιν, οὐδʼ ἥσσων ἔφυ
- Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν.
- λάζυσθʼ, ἵνʼ αὐτῆς τοὺς ἀκηράτους πλόκους
- κόμης καταξήνωσι Παρνασοῦ πλάκες,
- ὅθεν πετραῖον ἅλμα δισκηθήσεται.
- ἐσθλοῦ δʼ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν
- μολεῖν Ἀθηνῶν χὑπὸ μητρυιὰν πεσεῖν.
- ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας
- τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τʼ ἔφυς·