Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν.
  2. λάζυσθʼ, ἵνʼ αὐτῆς τοὺς ἀκηράτους πλόκους
  3. κόμης καταξήνωσι Παρνασοῦ πλάκες,
  4. ὅθεν πετραῖον ἅλμα δισκηθήσεται.
  5. ἐσθλοῦ δʼ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν
  6. μολεῖν Ἀθηνῶν χὑπὸ μητρυιὰν πεσεῖν.
  7. ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας
  8. τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τʼ ἔφυς·
  9. ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων
  10. ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους.
  11. ἀλλʼ οὔτε βωμὸς οὔτʼ Ἀπόλλωνος δόμος
  12. σώσει σʼ· ὁ δʼ οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρα
  13. καὶ μητρὶ τἠμῇ· καὶ γὰρ εἰ τὸ σῶμά μοι
  14. ἄπεστιν αὐτῆς, τοὔνομʼ οὐκ ἄπεστί πω.
  15. ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην
  16. οἵαν ἔπλεξε· βωμὸν ἔπτηξεν θεοῦ,
  17. ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.
Κρέουσα
  1. ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ
  2. ὑπέρ τʼ ἐμαυτῆς τοῦ θεοῦ θʼ ἵνʼ ἕσταμεν.
Ἴων
  1. τί δʼ ἐστὶ Φοίβῳ σοί τε κοινὸν ἐν μέσῳ;