Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πεισόμεθʼ, ὥσπερ τὸ δίκαιον;
Κρέουσα
  1. πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς,
  2. Πυθίᾳ ψήφῳ κρατηθεῖσʼ, ἔκδοτος δὲ γίγνομαι.
Χορός
  1. ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵνʼ εἶ τύχης.
Κρέουσα
  1. ποῖ φύγω δῆτʼ; ἐκ γὰρ οἴκων προύλαβον μόγις πόδα
  2. μὴ θανεῖν, κλοπῇ δʼ ἀφῖγμαι διαφυγοῦσα πολεμίους.
Χορός
  1. ποῖ δʼ ἂν ἄλλοσʼ ἢ ʼπὶ βωμόν;
Κρέουσα
  1. καὶ τί μοι πλέον τόδε;
Χορός
  1. ἱκέτιν οὐ θέμις φονεύειν.
Κρέουσα
  1. τῷ νόμῳ δέ γʼ ὄλλυμαι.
Χορός
  1. χειρία γʼ ἁλοῦσα.
Κρέουσα
  1. καὶ μὴν οἵδʼ ἀγωνισταὶ πικροὶ
  2. δεῦρʼ ἐπείγονται ξιφήρεις.
Χορός
  1. ἵζε νυν πυρᾶς ἔπι.
  2. κἂν θάνῃς γὰρ ἐνθάδʼ οὖσα, τοῖς ἀποκτείνασί σε
  3. προστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην.
Ἴων
  1. ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός,
  2. οἵαν ἔχιδναν τήνδʼ ἔφυσας ἢ πυρὸς
  3. δράκοντʼ ἀναβλέποντα φοινίαν φλόγα,
  4. ᾗ τόλμα πᾶσʼ ἔνεστιν, οὐδʼ ἥσσων ἔφυ