Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐκ ἔστʼ οὐκ ἔστιν θανάτου
- παρατροπὰ μελέᾳ μοι·
- φανερὰ γὰρ φανερὰ τάδʼ ἤδη,
- σπονδᾶς ἐκ Διονύσου,
- βοτρύων θοᾶς ἐχίδνας
- σταγόσι μειγνυμένας φόνῳ ---
- φανερὰ θύματα νερτέρων,
- συμφοραὶ μὲν ἐμῷ βίῳ,
- λεύσιμοι δὲ καταφθοραὶ δεσποίνᾳ.
- τίνα φυγὰν πτερόεσσαν ἢ
- χθονὸς ὑπὸ σκοτίων μυχῶν πορευθῶ,
- θανάτου λεύσιμον ἄταν
- ἀποφεύγουσα, τεθρίππων
- ὠκιστᾶν χαλᾶν ἐπιβᾶσʼ,
- ἢ πρύμνας ἐπὶ ναῶν;
- οὐκ ἔστι λαθεῖν, ὅτε μὴ χρῄζων
- θεὸς ἐκκλέπτει.
- τί ποτʼ, ὦ μελέα δέσποινα, μένει
- ψυχῇ σε παθεῖν; ἆρα θέλουσαι
- δρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶ