Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὑπὲρ τραπέζης ἧχʼ ὁ μαντευτὸς γόνος,
- βοᾷ δέ· Τίς μʼ ἔμελλεν ἀνθρώπων κτενεῖν;
- σήμαινε, πρέσβυ· σὴ γὰρ ἡ προθυμία,
- καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα.
- εὐθὺς δʼ ἐρευνᾷ γραῖαν ὠλένην λαβών,
- ἐπʼ αὐτοφώρῳ πρέσβυν ὡς ἔχονθʼ ἕλοι.
- ὤφθη δὲ καὶ κατεῖπʼ ἀναγκασθεὶς μόγις
- τόλμας Κρεούσης πώματός τε μηχανάς.
- θεῖ δʼ εὐθὺς ἔξω συλλαβὼν θοινάτορας
- ὁ πυθόχρηστος Λοξίου νεανίας,
- κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει·
- Ὦ Γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο,
- ξένης γυναικός, φαρμάκοισι θνῄσκομεν.
- Δελφῶν δʼ ἄνακτες ὥρισαν πετρορριφῆ
- θανεῖν ἐμὴν δέσποιναν οὐ ψήφῳ μιᾷ,
- τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τʼ ἀνακτόροις
- φόνον τιθεῖσαν. πᾶσα δὲ ζητεῖ πόλις
- τὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν·
- παίδων γὰρ ἐλθοῦσʼ εἰς ἔρον Φοίβου πάρα,
- τὸ σῶμα κοινῇ τοῖς τέκνοις ἀπώλεσεν.