Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- βλασφημίαν τις οἰκετῶν ἐφθέγξατο·
- ὁ δʼ, ὡς ἐν ἱερῷ μάντεσίν τʼ ἐσθλοῖς τραφείς,
- οἰωνὸν ἔθετο, κἀκέλευσʼ ἄλλον νέον
- κρατῆρα πληροῦν· τὰς δὲ πρὶν σπονδὰς θεοῦ
- δίδωσι γαίᾳ, πᾶσί τʼ ἐκσπένδειν λέγει.
- σιγὴ δʼ ὑπῆλθεν. ἐκ δʼ ἐπίμπλαμεν δρόσου
- κρατῆρας ἱεροὺς Βυβλίνου τε πώματος.
- κἀν τῷδε μόχθῳ πτηνὸς ἐσπίπτει δόμοις
- κῶμος πελειῶν — Λοξίου γὰρ ἐν δόμοις
- ἄτρεστα ναίουσʼ — ὡς δʼ ἀπέσπεισαν μέθυ,
- ἐς αὐτὸ χείλη πώματος κεχρημέναι
- καθῆκαν, εἷλκον δʼ εὐπτέρους ἐς αὐχένας.
- καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ·
- ἣ δʼ ἕζετʼ ἔνθʼ ὁ καινὸς ἔσπεισεν γόνος,
- ποτοῦ τʼ ἐγεύσατʼ, εὐθὺς εὔπτερον δέμας
- ἔσεισε κἀβάκχευσεν, ἐκ δʼ ἔκλαγξʼ ὄπα
- ἀξύνετον αἰάζουσʼ· ἐθάμβησεν δὲ πᾶς
- θοινατόρων ὅμιλος ὄρνιθος πόνους.
- θνῄσκει δʼ ἀπασπαίρουσα, φοινικοσκελεῖς
- χηλὰς παρεῖσα. γυμνὰ δʼ ἐκ πέπλων μέλη