Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς
- ψυχὴν ἐπλήρουν. ὡς δʼ ἀνεῖσαν ἡδονήν,
- --- παρελθὼν πρέσβυς ἐς μέσον πέδον
- ἔστη, γέλων δʼ ἔθηκε συνδείπνοις πολύν,
- πρόθυμα πράσσων· ἔκ τε γὰρ κρωσσῶν ὕδωρ
- χεροῖν ἔπεμπε νίπτρα, κἀξεθυμία
- σμύρνης ἱδρῶτα, χρυσέων τʼ ἐκπωμάτων
- ἦρχʼ, αὐτὸς αὑτῷ τόνδε προστάξας πόνον.
- ἐπεὶ δʼ ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τε
- κοινόν, γέρων ἔλεξʼ· Ἀφαρπάζειν χρεὼν
- οἰνηρὰ τεύχη σμικρά, μεγάλα δʼ ἐσφέρειν,
- ὡς θᾶσσον ἔλθωσʼ οἵδʼ ἐς ἡδονὰς φρενῶν.
- ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους
- χρυσέας τε φιάλας· ὃ δὲ λαβὼν ἐξαίρετον,
- ὡς τῷ νέῳ δὴ δεσπότῃ χάριν φέρων,
- ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν
- ὅ φασι δοῦναι φάρμακον δραστήριον
- δέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος·
- κοὐδεὶς τάδʼ ᾔδειν. ἐν χεροῖν ἔχοντι δὲ
- σπονδὰς μετʼ ἄλλων παιδὶ τῷ πεφηνότι