Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος·
  2. μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς
  3. ὄχημʼ ἔπαλλεν, ἄστρα δʼ ὡμάρτει θεᾷ·
  4. Πλειὰς μὲν ᾔει μεσοπόρου διʼ αἰθέρος
  5. ὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲ
  6. Ἄρκτος στρέφουσʼ οὐραῖα χρυσήρη πόλῳ·
  7. κύκλος δὲ πανσέληνος ἠκόντιζʼ ἄνω
  8. μηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοις
  9. σαφέστατον σημεῖον, ἥ τε φωσφόρος
  10. Ἕως διώκουσʼ ἄστρα. τοίχοισιν δʼ ἔπι
  11. ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα·
  12. εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν,
  13. καὶ μιξόθηρας φῶτας, ἱππείας τʼ ἄγρας
  14. ἐλάφων, λεόντων τʼ ἀγρίων θηράματα.
  15. κατʼ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας
  16. σπείραισιν εἱλίσσοντʼ, Ἀθηναίων τινὸς
  17. ἀνάθημα· χρυσέους τʼ ἐν μέσῳ συσσιτίῳ
  18. κρατῆρας ἔστησʼ. ἐν δʼ ἄκροισι βὰς ποσὶ
  19. κῆρυξ ἀνεῖπε τὸν θέλοντʼ ἐγχωρίων
  20. ἐς δαῖτα χωρεῖν. ὡς δʼ ἐπληρώθη στέγη,