Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κῆρυξ ἀνεῖπε τὸν θέλοντʼ ἐγχωρίων
  2. ἐς δαῖτα χωρεῖν. ὡς δʼ ἐπληρώθη στέγη,
  3. στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς
  4. ψυχὴν ἐπλήρουν. ὡς δʼ ἀνεῖσαν ἡδονήν,
  5. --- παρελθὼν πρέσβυς ἐς μέσον πέδον
  6. ἔστη, γέλων δʼ ἔθηκε συνδείπνοις πολύν,
  7. πρόθυμα πράσσων· ἔκ τε γὰρ κρωσσῶν ὕδωρ
  8. χεροῖν ἔπεμπε νίπτρα, κἀξεθυμία
  9. σμύρνης ἱδρῶτα, χρυσέων τʼ ἐκπωμάτων
  10. ἦρχʼ, αὐτὸς αὑτῷ τόνδε προστάξας πόνον.
  11. ἐπεὶ δʼ ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τε