Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοις
  2. σαφέστατον σημεῖον, ἥ τε φωσφόρος
  3. Ἕως διώκουσʼ ἄστρα. τοίχοισιν δʼ ἔπι
  4. ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα·
  5. εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν,
  6. καὶ μιξόθηρας φῶτας, ἱππείας τʼ ἄγρας
  7. ἐλάφων, λεόντων τʼ ἀγρίων θηράματα.
  8. κατʼ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας
  9. σπείραισιν εἱλίσσοντʼ, Ἀθηναίων τινὸς
  10. ἀνάθημα· χρυσέους τʼ ἐν μέσῳ συσσιτίῳ
  11. κρατῆρας ἔστησʼ. ἐν δʼ ἄκροισι βὰς ποσὶ