Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κοινόν, γέρων ἔλεξʼ· Ἀφαρπάζειν χρεὼν
  2. οἰνηρὰ τεύχη σμικρά, μεγάλα δʼ ἐσφέρειν,
  3. ὡς θᾶσσον ἔλθωσʼ οἵδʼ ἐς ἡδονὰς φρενῶν.
  4. ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους
  5. χρυσέας τε φιάλας· ὃ δὲ λαβὼν ἐξαίρετον,
  6. ὡς τῷ νέῳ δὴ δεσπότῃ χάριν φέρων,
  7. ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν
  8. ὅ φασι δοῦναι φάρμακον δραστήριον
  9. δέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος·
  10. κοὐδεὶς τάδʼ ᾔδειν. ἐν χεροῖν ἔχοντι δὲ
  11. σπονδὰς μετʼ ἄλλων παιδὶ τῷ πεφηνότι