Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ἀμαζόνων σκυλεύματʼ ἤνεγκεν θεῷ.
  2. ἐνῆν δʼ ὑφανταὶ γράμμασιν τοιαίδʼ ὑφαί,
  3. Οὐρανὸς ἀθροίζων ἄστρʼ ἐν αἰθέρος κύκλῳ.
  4. ἵππους μὲν ἤλαυνʼ ἐς τελευταίαν φλόγα
  5. Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος·
  6. μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς
  7. ὄχημʼ ἔπαλλεν, ἄστρα δʼ ὡμάρτει θεᾷ·
  8. Πλειὰς μὲν ᾔει μεσοπόρου διʼ αἰθέρος
  9. ὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲ
  10. Ἄρκτος στρέφουσʼ οὐραῖα χρυσήρη πόλῳ·
  11. κύκλος δὲ πανσέληνος ἠκόντιζʼ ἄνω