Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σκηνὰς ἀνίστη τεκτόνων μοχθήμασι.
  2. θύσας δὲ Γενέταις Θεοῖσιν ἢν μακρὸν χρόνον
  3. μένω, παροῦσι δαῖτες ἔστωσαν φίλοις.
  4. λαβὼν δὲ μόσχους ᾤχεθʼ· ὁ δὲ νεανίας
  5. σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων
  6. ὀρθοστάταις ἱδρύεθʼ, ἡλίου βολὰς
  7. καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς
  8. ἀκτῖνας, οὔτʼ αὖ πρὸς τελευτώσας βίον,
  9. πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν,
  10. μέτρημʼ ἔχουσαν τοὐν μέσῳ γε μυρίων
  11. ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί,
  12. ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν.
  13. λαβὼν δʼ ὑφάσμαθʼ ἱερὰ θησαυρῶν πάρα
  14. κατεσκίαζε, θαύματʼ ἀνθρώποις ὁρᾶν.
  15. πρῶτον μὲν ὀρόφῳ πτέρυγα περιβάλλει πέπλων,
  16. ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης
  17. Ἀμαζόνων σκυλεύματʼ ἤνεγκεν θεῷ.
  18. ἐνῆν δʼ ὑφανταὶ γράμμασιν τοιαίδʼ ὑφαί,
  19. Οὐρανὸς ἀθροίζων ἄστρʼ ἐν αἰθέρος κύκλῳ.
  20. ἵππους μὲν ἤλαυνʼ ἐς τελευταίαν φλόγα