Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τί δʼ ἔστιν, ὦ ξύνδουλε; τίς προθυμία
- ποδῶν ἔχει σε, καὶ λόγους τίνας φέρεις;
- θηρώμεθʼ· ἀρχαὶ δʼ ἁπιχώριοι χθονὸς
- ζητοῦσιν αὐτήν, ὡς θάνῃ πετρουμένη.
- οἴμοι, τί λέξεις; οὔτι που λελήμμεθα
- κρυφαῖον ἐς παῖδʼ ἐκπορίζουσαι φόνον;
- ἔγνως; — μεθέξεις οὐκ ἐν ὑστάτοις κακοῦ.
- ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα;
- τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενον
- ἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων.
- πῶς; ἀντιάζω σʼ ἱκέτις ἐξειπεῖν τάδε.
- πεπυσμέναι γάρ, εἰ θανεῖν ὅμως χρεών,
- ἥδιον ἂν θάνοιμεν, εἴθʼ ὁρᾶν φάος.
- ἐπεὶ θεοῦ μαντεῖον ᾤχετʼ ἐκλιπὼν
- πόσις Κρεούσης, παῖδα τὸν καινὸν λαβὼν
- πρὸς δεῖπνα θυσίας θʼ ἃς θεοῖς ὡπλίζετο,
- Ξοῦθος μὲν ᾤχετʼ ἔνθα πῦρ πηδᾷ θεοῦ
- βακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτρας
- δεύσειε δισσὰς παιδὸς ἀντʼ ὀπτηρίων,
- λέξας· Σὺ μὲν νῦν, τέκνον, ἀμφήρεις μένων