Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὁ Φοίβειος ἀλάτας.
- ὁρᾶθʼ ὅσοι δυσκελάδοι-
- σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθʼ ὕμνοις
- ἁμέτερα λέχεα καὶ γάμους
- Κύπριδος ἀθέμιτας ἀνοσίους, ὅσον
- εὐσεβίᾳ κρατοῦμεν
- ἄδικον ἄροτον ἀνδρῶν.
- παλίμφαμος ἀοιδὰ
- καὶ μοῦσʼ εἰς ἄνδρας ἴτω
- δυσκέλαδος ἀμφὶ λέκτρων.
- δείκνυσι γὰρ ὁ Διὸς ἐκ
- παίδων ἀμνημοσύναν,
- οὐ κοινὰν τεκέων τύχαν
- οἴκοισι φυτεύσας
- δεσποίνᾳ· πρὸς δʼ Ἀφροδί-
- ταν ἄλλαν θέμενος χάριν
- νόθου παιδὸς ἔκυρσεν.
- κλειναὶ γυναῖκες, ποῦ κόρην Ἐρεχθέως,
- δέσποιναν εὕρω; πανταχῇ γὰρ ἄστεως
- ζητῶν νιν ἐξέπλησα κοὐκ ἔχω λαβεῖν.