Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐ γὰρ δόμων γʼ ἑτέρους
- ἄρχοντας ἀλλοδαποὺς
- ζῶσά ποτʼ ὄμμασι ἐν φαεν-
- ναῖς ἀνέχοιτʼ ἂν αὐγαῖς
- ἁ τῶν εὐπατριδᾶν γεγῶσʼ οἴκων.
- αἰσχύνομαι τὸν πολύυ-
- μνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖς
- λαμπάδα θεωρὸν εἰκάδων
- ὄψεται ἐννύχιος ἄυπνος ὤν, ὅτε
- καὶ Διὸς ἀστερωπὸς
- ἀνεχόρευσεν αἰθήρ,
- χορεύει δὲ σελάνα
- καὶ πεντήκοντα κόραι
- Νηρέος, αἱ κατὰ πόντον
- ἀενάων τε ποταμῶν
- δίνας, χορευόμεναι
- τὰν χρυσοστέφανον κόραν
- καὶ ματέρα σεμνάν·
- ἵνʼ ἐλπίζει βασιλεύ-
- σειν ἄλλων πόνον ἐσπεσὼν